# Περὶ φυτῶν αἰτιῶν 2.9.12

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.9.12

τοῦ δὲ συμμύειν ὅταν εἰσδύωσιν οἱ ψῆνες ἀνάγκη τινὰ λέγειν αἰτίαν· ἐπεὶ τό γ᾽ ἐκβόσκεσθαι τὴν ὑγρότητα τὴν ἐνυπάρχουσαν οἰκείαν οὖσαν ἀληθὲς, δι᾽ ὅπερ πρὸς τὴν ἐπιμονὴν χρήσιμον, τὰ μέντοι σῦκα χείρω ποιεῖ· κενωθέντα γὰρ τὰ ἐριναστὰ μᾶλλον ἐπισπᾶται καὶ πλείω τὸν ὀπόν· ὅθεν ἔνιοί γ᾽ οὐδ᾽ ἐρινάζουσιν ἀλλὰ καὶ πωλοῦντες κηρύττουσιν ὡς ἀνερίναστα καὶ δοκεῖ πολὺ διαφέρειν. ἔτι δ᾽ ἐχρῆν τοῖς βορείοις ἧττον ἀποπίπτειν, συμμύει γὰρ μᾶλλον, εἰ μὴ ἄρα τῷ ξηραίνεσθαι διαχάσκει.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
