Ancient Greek · ~1 min
Book 2, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 2.9.14
Not analysed yet
μόνον γὰρ δὴ τοῦτο τῶν ἀγρίων ἢ μετ᾽ ὀλίγων ἀτελῆ φέρει τὸν καρπόν· εἰ μὴ ἄρα ἐνταῦθα αὐτῶν ἦν τὸ τέλος. φύεται γοῦν καὶ αὐτόματος· ὥστε καὶ τοῦτο ὠλεσίκαρπον ἄν τις φαίη καθάπερ ὁ ποιητής φησι τὴν ἰτέαν· ἐπεὶ τά γε ἄλλα κἂν ἀβρώτους ἔχῃ πᾶσι τοὺς καρποὺς ὅμως ἐκτελεῖ καὶ πεπαίνει κατὰ τὴν τῆς φύσεως ὁρμήν.