# Περὶ φυτῶν αἰτιῶν 2.9.9

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 2, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/2.9.9

ἀλλὰ τοῦτο διαμφισβητοῦσί τινες ὡς ἄρ᾽ οὐκ ἀνοίγουσιν οἱ ψῆνες ἀλλὰ συμμύειν ποιοῦσιν ὅταν εἰσδύωσιν ὅθεν καὶ τὴν αἰτίαν ἐστὶν ἐκ τοῦ ἐναντίου φέρειν ὡς τούτου χάριν ἐριναζομένων· ἐὰν γὰρ συμμύωσιν οὔθ᾽ ἡ δρόσος οὔτε τὰ ψακάδια δύναται διαφθείρειν ὑφ᾽ ὧν ἀποπίπτουσι διυγραινόμενοι ὥσπερ καὶ οἱ κύτινοι τῶν ῥοῶν. ὅτι δὲ ταῦτα αἴτια μηνύει τὸ συμβαῖνον ὃ δὴ καὶ λέγουσί τινες· ἀποβάλλουσι γὰρ μᾶλλον ὑδατίων ἐπιγινομένων. σημεῖον δ᾽ ὅτι κἀκεῖνό ἐστι τοῦ συμμύσαι χάριν· ἐὰν γὰρ μὴ ἔχωσι περιάπτειν τῇ ἄμμῳ ἐπιπάττουσιν ἵνα συμμύσῃ· καὶ ὁ κονιορτὸς δὲ ποιεῖ διὰ τοῦτο ἐπιμένειν ὅτι συμμύει κονιορτούμενα· τὰ δὲ τῶν ὀψίων οὐ διοίγεται κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἀλλὰ συμμύει, δι᾽ ὃ καὶ ἐπιμένει καὶ οὐδὲ ὅλως ἐρινασμοῦ δέονται· μετὰ ταῦτα δ᾽ ἰσχύοντ᾽ ἤδη καὶ ἅμα τῆς ὥρας μεταβεβληκυίας ἀνοίγεταί τε καὶ οὐκ ἀποπίπτει. τὴν μὲν οὖν αἰτίαν ἀμφοτέρως λαβεῖν ἐνδέχεται.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
