# Περὶ φυτῶν αἰτιῶν 3.1.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.1.3

ἐπεὶ δ᾽ ἐξ ὧν συνέστηκεν ἕκαστον καὶ τρέφεται καὶ τὸ πρόσφορον οὐ κατὰ τὸ ποιὸν μόνον ἐστὶν ἀλλὰ καὶ κατὰ τὸ ποσὸν ἐν ἀμφοτέροις ἂν εἴη τούτοις τὸ οἰκεῖον. ἡ δὲ γεωργία πλῆθός τε τροφῆς καὶ ποιότητα κατασκευάζει. κατεργαζομένη γὰρ ἡ γῆ καὶ ἀπόλαυσιν πλείω δίδωσι καὶ μεταβάλλει τοὺς χυλοὺς ὥστ᾽ εὐλόγως οὐκ ἂν εἴη πρόσφορον ἐνίοις οἷον ὅσα ξηρά τε καὶ δριμέα καὶ πικρὰ καὶ ἁπλῶς ὅσα φαρμακώδη καὶ ἐν τούτοις παρέχεται τὴν χρείαν ἡμῖν· ἐκθηλύνεται γὰρ ἀφαιρουμένων τῶν δυνάμεων καὶ τὰ μὲν ὅλως οὐκ ἐκφέρει καρποὺς τὰ δ᾽ ὑγροτέρους καὶ χείρους, τὰ δὲ καὶ αὐτὰ ὑδαρέστερα γίνεται καθάπερ τὸ ἀψίνθιον καὶ τὸ κενταύριον καὶ ὅλως δὲ πᾶσα φαρμακώδης δύναμις ἢ κατὰ ῥίζαν ἢ κατὰ καυλὸν ἢ κατὰ καρπὸν ἢ κατὰ κλῶνας·

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
