Ancient Greek · ~2 min
Book 3, Chapter 1
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.1.5
Not analysed yet
ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ σιλφίου καὶ θέρμου καὶ εἴ τι τοιοῦτον ἕτερον. τὸ μὲν γὰρ οὐχ ὁμοίως ἔχει τὴν δριμύτητα διὰ τὸ πλείω καὶ ὑδαρεστέραν εἶναι τὴν τροφὴν, ὁ δὲ θέρμος ἄκαρπος γίνεται καθάπερ ὑλομανῶν καὶ ἐξυβρίζων· ποιεῖ γὰρ καὶ ταύτην τὴν ἐναντίωσιν ἡ κατεργασία καθάπερ εἴρηται πλῆθος παρέχουσα τροφῆς· ἐκ δὲ τῆς ἀρχῆς ταμιεύεται τὸ σύμμετρον ἕκαστον ἑαυτῷ καὶ λαμβάνει τὴν οἰκείαν χώραν· ἡ γὰρ αὐτοφυὴς γένεσις ἐν ταύταις.