# Περὶ φυτῶν αἰτιῶν 3.10.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.10.1

Σκαπάνη δὲ πᾶσι συμφέρει· τά τε γὰρ ἐμποδίζοντα καὶ τὰ παραιρούμενα τὰς τροφὰς ἐξαιρεῖ καὶ αὐτὴν τὴν γῆν ἐνικμοτέραν ποιεῖ καὶ κουφοτέραν· ἔτι δ᾽ ὁ ἀὴρ ἐγκαταμιγνύμενος, ἀνάγκη γὰρ ἐγκαταμίγνυσθαι κινουμένης, ἰκμάδα τέ τινα δίδωσι καὶ παρέχει τροφήν. δι᾽ ὃ καὶ τὴν αὐχμώδη καὶ ἄνυδρον σκάπτειν δεῖ καὶ μεταβάλλειν πολλάκις ὥσπερ καὶ πρότερον εἴρηται. συμφέρει δ᾽ ἡ σκαπάνη καὶ τοῖς ἑλώδεσι καὶ τοῖς ἐφύδροις. καίτοι δόξειεν ἂν ἄτοπον εἰ τοῖς ἐναντίοις· ἀλλ᾽ οὐδὲν ἄτοπον, τὴν μὲν γὰρ ξηραίνει τὴν δ᾽ ὑγραίνει, δεῖται δ᾽ ἑκάτερα τοῦ ἐναντίου.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
