Ancient Greek
Book 3, Chapter 10
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.10.3
Not analysed yet
ἡ μὲν οὖν σκαπάνη πάντα ταῦτα συναπεργάζεται καὶ τὸ ὅλον ὠφελεῖ διὰ τὸ ἐξαιρεῖν τὰ παραιρούμενα· ἐπεὶ καὶ τὰ παραφυτευόμενα καὶ τὰ παρασπειρόμενα διὰ τοῦτο βλάπτει πάντα τὰ δὲ καὶ ὅλως ἀναιρεῖ πλὴν ὅσα γ᾽ ἐν φαρμάκου μέρει· λέγω δ᾽ ὡς οἱ τὰς κριθὰς ἐπισπείροντες τοῖς τῶν ἀμπέλων φυτοῖς ἢ εἴ τι ἄλλο ξηρὸν ὅπως τῆς ὑγρότητος τὸ πλῆθος ἀφαιρεθῇ, καὶ ὡς ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὸ μὴ κατεσθίεσθαι καὶ εἰ δή τι ἄλλο τοιοῦτον·