# Περὶ φυτῶν αἰτιῶν 3.10.6

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.10.6

τροφήν τε γὰρ ἐλαχίστην παραιρεῖται ταῦτα καὶ παραλλάττοντες οἱ χρόνοι τῇ τε βλαστήσει καὶ τῇ τελειώσει τῶν καρπῶν ἧττον λυποῦσι. χαλεπώτατα δὲ καὶ ἀμπέλῳ καὶ τοῖς ἄλλοις συκῆ καὶ ἐλάα· καὶ γὰρ τροφὴν πολλὴν ἀμφότερα λαμβάνει καὶ σκιὰν παρέχει πλείστην· χαλεπὸν δὲ καὶ ἡ ἀμυγδαλῆ διά τε τὴν ἰσχὺν καὶ διὰ τὴν πολυρριζίαν. καίτοι φυτεύουσί τινες ἐν ταῖς ἀμπέλοις ὡς ἀσινέστατον τροφῆς τε ἐλαφρᾶς δεομένην καὶ ἅμα διὰ τὸ πρωΐκαρπον καὶ μὴ παλίσκιον ἥκιστα ἐνοχλοῦσαν· οὐ μὴν ὀρθῶς κελεύουσιν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
