Ancient Greek
Book 3, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.11.6
Not analysed yet
τὰ δὲ πάχη τῶν φυτῶν εἰς μὲν τὴν ἔπομβρον οἰκεῖα· δεῖ γὰρ ὅτι μάλιστα ἰσχυρὰ καθάπερ λέγομεν· εἰς δὲ τὴν αὐχμηρὰν μήτε παχέα μήτε ἄγαν λεπτά· τὰ μὲν γὰρ οὐκ ἂν δύναιντο σῆψαι τὰ δὲ ἀσθενῆ κίνδυνος μὴ πρὸ τῆς βλαστήσεως ἀποξηρανθῇ. παραλλάττουσι δὲ καὶ οἱ χρόνοι τῆς φυτείας καθ᾽ ἑκάτερον· τὴν μὲν γὰρ ἔπομβρον καὶ ψυχρὰν ὀλίγον πρὸ ἰσημερίας δεῖ, τότε γὰρ ξηροτάτη καὶ θερμοτάτη· τὴν δ᾽ αὐχμηρὰν καὶ θερμὴν μεθ᾽ ἡλίου τροπάς· ὅσῳ γὰρ ἂν μᾶλλον βρέχηται τοσούτῳ βελτίων ἡ βλάστησις· τὴν δ᾽ ἄλλην ἅπασαν τεκμαιρόμενον πρὸς τοῦτο τὸν χρόνον.