Ancient Greek
Book 3, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.12.3
Not analysed yet
λαμβάνουσι δὲ καὶ κατὰ τὰς ὀρεινὰς καὶ ἀνεμώδεις τὰ πρόσφορα ταῖς φυτείαις οἷον τούς τε γύρους ὀρύττοντες τοῖς καθεστῶσι πνεύμασι καὶ τὸ φυτὸν τιθέντες τὸν αὐτὸν τρόπον ὅπως ἡ βλάστησις μὴ ἐναντία γίνηται τῷ πνεύματι, θραύεσθαι γὰρ ἐκείνως ἀνάγκη, μηδ᾽ ἔμπαλιν ὑπερπεσοῦσα παρὰ φύσιν αὔξηται· τούτων γάρ τι πάσχουσα χείρων ἡ ἄμπελος. ὡσαύτως δὲ καὶ τὰ ἄλλα τὰ ἀκόλουθα πρὸς τὴν χώραν. τὰς μὲν οὖν φυτείας οὕτω καὶ διὰ ταῦτα ποιοῦνται.