Ancient Greek
Book 3, Chapter 14
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.14.3
Not analysed yet
σχεδὸν δ᾽ ἔνιοί γε τὸν αὐτὸν ἀποδιδόασιν ἐπί τε τῶν γενῶν καὶ τῆς ὁμοίας χώρας ἀφορισμόν· οἷον τὸ βραχυτομεῖν ἔν τε ταῖς καυσώδεσι καὶ ξηραῖς καὶ τῶν ἀμπέλων ὅσαι τοιαῦται τυγχάνουσιν. ἐγκαρπότεραι γὰρ γίνονται διὰ τὸ μᾶλλον δύνασθαι τρέ- φειν· μακροτομεῖν δ᾽ ἐν ταῖς ἐναντίαις καὶ τὰς ἐναντίας οἷον ἐν ταῖς ἐφύγροις καὶ εὐτραφέσι καὶ ὅσαι τῶν ἀμπέλων τοιαῦται· φύσει τε γὰρ καρπιμωτέρας εἶναι καὶ τὸν γινόμενον καρπὸν ἐν ἄκροις μᾶλλον φύεσθαι τοῖς κλήμασιν.