# Περὶ φυτῶν αἰτιῶν 3.14.6

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.14.6

ἐὰν δὲ αὖ τὸ κλῆμα τὸ ἐν τῇ τομῇ δυνατὸν ᾖ καὶ νεανικὸν καρπὸν ὀλίγον ἀπὸ μικρᾶς τῆς μήτρας· γίνεσθαι γὰρ τὸν μὲν βότρυν ἀπὸ τῆς μήτρας τὸ δὲ κλῆμα ἀπὸ τοῦ περιειληφότος κλήματος· δηλοῦν δὲ τὴν ἄμπελον αὐτήν. τὰ γὰρ ἐκ τῶν ἔνων νέα βλαστήματα πάντα ἄκαρπα γίνεσθαι διὰ τὴν μικρότητα τῆς μήτρας καὶ τὰς νέας τῶν παλαιῶν ἀφορωτέρας διὰ τὴν αὐτὴν αἰτίαν ὡς ἀπὸ τῆς μήτρας τῆς τε σαρκὸς καὶ τοῦ γιγάρτου γινομένου· ὅπερ οὐδ᾽ ὑπολαμβάνουσιν οὐδ᾽ ἔοικεν εἴπερ ἐξαιρεθείσης ἡ μὲν σὰρξ γίνεται τὸ δὲ γίγαρτον οὐ γίνεται, πλὴν εἰ ἄρα τοῦ ἐνδοτάτω τῆς μήτρας ἐξαιρουμένης. τοῦτο μὲν οὖν ἐπισκεπτέον.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
