Ancient Greek
Book 3, Chapter 15
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.15.2
Not analysed yet
ἔνιοι δὲ ὅλως πρωῒ πάσας κελεύουσιν ὥσπερ εἴπομεν ὅτι παχύτερόν τε τὸ κλῆμα γίνεται καὶ ἀμβλωπεῖς οὐκ ἔσονται καὶ ἐν εὐδίᾳ συμβήσεται τὰς τομὰς ἐπιξηραίνεσθαι· πάντα δὲ ταῦτα συμφέρει. χειμῶνος μὲν γὰρ οἱ πολλοὶ τῶν ὀφθαλμῶν ἀπόλλυνται ῥίγει καὶ ἡ τομὴ βίᾳ ξηραινομένη ῥήγνυται, τοῦ δὲ ἔαρος ῥεῖ τό τε δάκρυον καὶ ἀμβλωπεῖς ἐπιγίνονται πολλαί.