Ancient Greek · ~2 min
Book 3, Chapter 15
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.15.5
Not analysed yet
αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται παρ᾽ ἑκάστων. ἀκριβεστάτη δὲ ἡ ἐν ἀμφοῖν διαίρεσις, ἔν τε ταῖς χώραις καὶ τοῖς γένεσι καὶ πρὸς τὰς ὥρας καὶ πρὸς τὸ βραχυτομεῖν ἢ μακροτομεῖν. ἔνια γὰρ οὐ φέρουσι κἂν βραχὺ τμηθῶσιν ἀλλ᾽ εἰς τὴν βλάστησιν τρέπονται καθάπερ ἡ ἀφυταῖος καλουμένη. καὶ ἐν Ἀκάνθῳ δὲ ἐπὶ τέτταρας ὀφθαλμοὺς ἐλαχίστους τέμνουσιν. αἱ δὲ μακροτομούμεναι ταχὺ καταγηράσκουσι διὰ τὴν πολυκαρπίαν. νέας δ᾽ οὖν οὔσας ἀναγκαῖον βραχυτομεῖν ὅπως καὶ ῥιζωθῶσι καὶ αὐξηθῶσι. καὶ περὶ μὲν ἀμπελουργίας ἐκ τούτων ἄν τις θεωρήσειεν.