# Περὶ φυτῶν αἰτιῶν 3.16.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.16.3

καιρὸν δέ τινα ζητεῖ καὶ ἡ διαστολὴ καὶ ἡ κόλουσις, οὐ μὴν ἄσημόν γ᾽ ὁμοίως οὐδὲ χαλεπὸν καταμαθεῖν. τὴν δ᾽ ὑποκόνισιν τὸ μὲν ἐν τοῖς πρώτοις καιροῖς ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες μὴ ἐᾷν ἄχρι οὗ πεπανθῶσιν ὀρθῶς ἔχει· κωλύουσι γὰρ τὴν ὁρμὴν τῆς πέψεως ἀντισπῶντες ἑτέρᾳ κινήσει· δι᾽ ὃ οὐδὲ τὴν πόαν οἴονται δεῖν ἐκτίλλειν. ὡς δ᾽ ὅλως ἀχρεῖον καὶ βλάπτον οὐκ ὀρθῶς· ἥτε γὰρ χρεία μαρτυρεῖ καὶ τὸ ἐφ᾽ ἑτέρων γινόμενον· οἱ γὰρ σίκυοι δοκοῦσι τρέφεσθαι τούτῳ καὶ ἁπαλώτεροι γίνεσθαι κατακρυπτόμενοι τῷ κονιορτῷ δι᾽ ὃ καὶ Μεγαρεῖς κρύπτουσι.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
