Ancient Greek
Book 3, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.17.6
Not analysed yet
αἱ δ᾽ ὑγραὶ καὶ σαρκώδεις οὐ δέονται τῆς ἀναστομώσεως καὶ δήξεως. ὅλως δ᾽ αἱ μεταβολαὶ τῶν δένδρων διὰ τὰς θεραπείας ὥστε ἐξ ὀξέων καὶ πικρῶν γλυκέα γίγνεσθαι καθάπερ αἵ τε ῥοαὶ καὶ αἱ ἀμυγδαλαῖ καὶ εἴ τι ἄλλο τῷ τὰς ῥίζας ἀλλοιοῦσθαι μεταβάλλει· μεταβάλλουσι δὲ κατὰ τὴν γῆν καὶ τὴν τροφὴν. γλυκέα μὲν οὖν μετὰ τρία ἢ τέτταρα ἔτη γίνονται· τοσοῦτον γὰρ ἡ θεραπεία· ῥόαι δὲ πικραὶ διαμέ- νουσι καί τινα πλείω χρόνον.