Ancient Greek
Book 3, Chapter 17
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.17.8
Not analysed yet
ἡ δ᾽ ἁλυκότης τῶν ὑδάτων ὅτι καὶ τῶν λαχανωδῶν τισὶν ἁρμόττει καὶ δι᾽ ὅτι τῷ λίτρῳ χρῶνται πρὸς ἔνια πρότερον εἴρηται, δι᾽ ὃ καὶ τοῦθ᾽ ὡς οἰκεῖον παραληπτέον· ἀπὸ γὰρ τούτων δῆλον ὅτι καὶ τῆς τροφῆς καὶ τούτων ἡ γλυκύτης. ἀλλὰ τοῖς μὲν πικρότης τις ἐν τοῖς χυλοῖς σύμφυτος τῷ δὲ φοίνικι στρυφνότης ἣν ἐξαιροῦσιν εὐθὺς οἱ ἅλες ἐκ τῆς πρώτης ἀρχῆς. περὶ μὲν οὖν τῶν ἁλῶν ἱκανῶς εἰρήσθω.