Ancient Greek · ~3 min
Book 3, Chapter 2
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.2.6
Not analysed yet
ἀεὶ γὰρ δεῖ φυτεύειν καὶ σπείρειν εἰς ὀργῶσαν τὴν γῆν· οὕτω γὰρ καὶ ἡ βλάστησις καλλίστη καθάπερ τοῖς ζώοις ὅταν εἰς βουλομένην πέσῃ τὸ σπέρμα τὴν ὑστέραν. ὀργᾷ δ᾽ ὅταν ἔνικμος ᾖ καὶ θερμὴ καὶ τὰ τοῦ ἀέρος ἔχῃ σύμμετρα· τότε γὰρ εὐδιάχυτός τε καὶ εὐβλαστὴς καὶ ὅλως εὐτραφής ἐστι. τοῦτο δ᾽ ἐν δυοῖν ὥραιν γίνεται μάλιστα τοῖς γε δένδροις ἔαρι καὶ μετοπώρῳ καθ᾽ ἃς καὶ φυτεύουσι μᾶλλον, καὶ κοινοτέρως ἐν τῷ ἦρι· τότε γὰρ ἥ τε γῆ δίυγρος καὶ ὁ ἥλιος θερμαίνων ἄγει καὶ ὁ ἀὴρ μαλακός ἐστι καὶ ἐρσώδης ὥστε ἐξ ἁπάντων εἶναι τὴν ἐκτροφὴν καὶ τὴν εὐβλαστίαν.