Ancient Greek
Book 3, Chapter 20
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.20.3
Not analysed yet
μίσγειν δὲ καὶ τὴν γῆν τὴν ἐναντίαν οἷον τῇ βαρείᾳ τὴν κούφην καὶ τῇ κούφῃ τὴν βαρεῖαν καὶ τὴν λεπτὴν τῇ πιείρᾳ ὡσαύτως δὲ καὶ τὴν ἐρυθρὰν καὶ τὴν λευκὴν καὶ εἴ τις ἄλλη ἐναντιότης. οὐ γὰρ μόνον ἡ μίξις ἀποδίδωσι τὸ ἐλλεῖπον ἀλλὰ καὶ ὅλως σφοδροτέρας ποιεῖ καὶ ἐὰν ἡ τυχοῦσα ᾖ μίξις· οἷον ἐὰν τὴν ἀπειρηκυῖαν καὶ μὴ δυναμένην φέ- ρειν ἑτέρᾳ μίξῃς πάλιν φέρει καθαπερανεὶ καινὴ γεγενημένη, καὶ ἡ καθ᾽ αὑτὴν οὐ φέρουσα καθάπερ ἡ ἄργιλος ὅταν μιχθῇ ποιεῖ φορόν· ὥσπερ γὰρ κόπρος ἡ ἑτέρα τῇ ἑτέρᾳ γίνεται.