# Περὶ φυτῶν αἰτιῶν 3.21.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.21.4

πυρὸς δὲ κριθῆς ἐν τοῖς ὀμβρώδεσιν εὐθενεῖ μᾶλλον καὶ τὸ ὅλον δὲ πρὸς τὰς ἐπομβρίας ἰσχυρότατος. φέρει δὲ καὶ ἐν τοῖς ἀκόπροις μᾶλλον· αἴτιον δὲ ὅτι θερμὸς ὢν ἐκπέττειν δύναται μᾶλλον καὶ κόπρον οὐκ ἐπιζητεῖ διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ὃ ἔδει ἐκ τῆς κόπρου γίνεσθαι καὶ τὸ ὅλον ἰσχυρότατός ἐστι καὶ πρωϊσπορεῖται καὶ ἐν τοῖς ψυχροῖς καταβάλλεται μᾶλλον. ἡ δὲ ἰσχὺς θερμότητι καὶ τῷ μᾶλλον πολυχίτωνα εἶναι· δι᾽ ὃ καὶ ἡ διὰ χρόνου γεωργουμένη γῆ πυροὺς φέρει μᾶλλον ἢ κριθάς· κατακρατεῖ γὰρ τῆς τροφῆς ἰσχυροτέρας οὔσης ὁ πυρὸς μᾶλλον. ἐνιαχοῦ δ᾽ οὐχ ὁμοίως ἐθέλει φέρειν μὴ ἐμπρησθείσης τῆς ὕλης· οὕτως δ᾽ ὥσπερ μανοῦται καὶ κοπρίζεται.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
