Ancient Greek
Book 3, Chapter 22
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.22.4
Not analysed yet
ὃ καὶ ἐπὶ τῶν πυρῶν συμβαίνει κατὰ τοὺς σκώληκας· γίνονται γὰρ ἐν ταῖς ῥίζαις ὅταν νότια πλείω μετὰ τοὺς σπόρους ἐπιγένηται· τότε γὰρ ἀνυγραινομένης τῆς ῥίζης καὶ τοῦ ἀέρος ὄντος θερμοῦ ζωοποιεῖ πως ἡ θερμότης συσσήπουσα τὴν ῥίζαν, ὁ δὲ γενόμενος εὐθὺς κατεσθίει. πέφυκε γὰρ ἐκ τῶν αὐτῶν ἑκάστοις ἡ γένεσις καὶ ἡ τροφή. ἕτερος δ᾽ ὅταν ἀποχυθῆναι διὰ τὸν αὐχμὸν μὴ δύνηται τὸ ἐγκατακλειόμενον ὑγρὸν ὑπὸ τοῦ θερμοῦ σήψεως γινομένης ἐζωοποίησεν, εἶθ᾽ ὁμοίως ἡ τροφὴ διὰ τοῦ αὐτοῦ.