# Περὶ φυτῶν αἰτιῶν 3.23.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.23.4

ἀγαθὸν δὲ καὶ ἡ χιὼν ὅτι ἀναζυμοῖ καὶ μανοῖ τὴν γῆν καὶ τροφήν τε παρέχει καὶ ἐγκατακλείουσα τὸ θερμὸν αὔξει τε καὶ ἰσχύειν ποιεῖ τὴν ῥίζαν. ᾗ καὶ τὸ ἀπορούμενον οὐκ ἀφανὲς διὰ τί αἱ ψυχειναὶ χῶραι καὶ αἱ θερμαὶ σιτοφόροι καθάπερ ἡ Θρᾴκη καὶ ὁ Πόντος καὶ ἡ Λιβύη καὶ ἡ Αἴγυπτος. πρὸς γὰρ τοῖς ἄλλοις ποιεῖ τι ὁ χειμὼν καὶ τὰ καύματα καθάπερ ἐν ταῖς ἐργασίαις ἐλέχθη τῆς γῆς. οὐδὲν δὲ ἔλαττον ἀλλὰ πάντων μέγιστον ὁ περιέχων ἀὴρ πρὸς εὐκαιρίας ὑδάτων καὶ βίας χειμώνων καὶ πνευμάτων. ὁποῖα γὰρ ἂν ᾖ ταῦτα καὶ τὰ σπέρματα οὕτως ἐκτελεῖται ὃ καὶ ἡ παροιμία καλῶς ἔτος φέρει οὔτι ἄρουρα.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
