# Περὶ φυτῶν αἰτιῶν 3.23.5

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.23.5

μέγα δὲ καὶ ἡ θέσις τῆς χώρας ἡ πρὸς τὰ πνεύματα καὶ τὸν ἥλιον ὥσπερ καὶ ἐπὶ τῶν δένδρων ἐλέχθη· πολλαὶ γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελέσφοροι γίνονται διὰ τὸ πρὸς ταῦτα κεῖσθαι καλῶς. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἡ ἀγαθὴ χώρα καὶ χειμώνων δεῖται πολλῶν· ἂν γὰρ εὐδίαι καὶ τὰ νότια ἐνισχύωσι λοχαίους ποιοῦσιν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐρυσιβώδεις. ὁ δὲ χειμὼν πιλώσας καὶ καρκινώσας τὰς ῥίζας σύμμετρον εἰς τὸ ἔαρ ποιεῖ τὸ μέγεθος ὅλως δὲ καὶ τὴν χώραν ἂν εἰργασμένην λάβῃ μανοῖ. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τὸ ἔαρ αἱ αὐξήσεις ταχεῖαι γίνονται καὶ ἐκφύσεις καὶ τελειώσεις ὥστε δοκεῖν μὴ κατὰ λόγον ἀπολείπεσθαι τῶν ἐν ταῖς ἀλεειναῖς ἀλλὰ καὶ προτερεῖν ὥσπερ καὶ τὰ περὶ Ἑλλήσποντον. ἰσχυρᾶς γὰρ τῆς ὁρμῆς γενομένης διὰ τὸν ἀθροισμὸν καὶ τοῦ ἀέρος ὑπηρετοῦντος ταχεῖαι καὶ αἱ ἐπιδόσεις καὶ αἱ τελειώσεις γίνονται. ταῦτα μὲν οὖν ἐν ταῖς τῆς χώρας διαφοραῖς ἐστι.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
