Ancient Greek
Book 3, Chapter 24
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.24.3
Not analysed yet
σπαρέντα γὰρ πρώϊα προτερεῖ καιρῶν εἰ μή τι τοιοῦτον ὥστε προλαβεῖν τοὺς χειμῶνας πρὸς τὴν ῥίζωσιν ὥσπερ καὶ τὸν κύαμον διὰ τοῦτο πρωϊσποροῦσι καὶ ἅμα διὰ τὸ φιλεῖν ἀνθοῦντα βρέχεσθαι καὶ ἀπανθεῖν πολὺν χρόνον· ὀψὲ γὰρ σπειρόμενος οὐκ ἂν βρέχοιτο. τὸ δὲ ὕδωρ ἐν τῷ ἀνθεῖν τούτῳ μὲν συμφέρει διὰ τὴν μανότητα, τῷ σίτῳ δὲ ἀσύμφορον διὰ τὴν λεχθεῖσαν πρότερον αἰτίαν, τοῖς δὲ ἄλλοις χεδροποῖς ἀβλαβὲς πλὴν ἐρεβίνθῳ, τοῦτον δὲ ἀπολλύει· καταπλυθείσης γὰρ τῆς ἅλμης ὥσπερ συμφύτου τινὸς στερόμενος σφακελίζει τε καὶ ὑπὸ καμπῶν κατεσθίεται· ζωογονεῖται γὰρ ὥσπερ εἴρηται.