# Περὶ φυτῶν αἰτιῶν 3.6.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.6.3

ἐὰν δὲ ἐν ἁλμώδει ἢ ἐφάμμῳ λίθους περιτιθέναι περὶ τὸ πρέμνον τοῦ φυτευτηρίου καὶ περιχωννύναι γῆν ὅπως ἀποστέγωσι τὴν ἁλμυρίδα. συμφέρει δὲ καὶ ἄμμον ποτάμιον παραβάλλειν καὶ ψήφους ἐκ ποταμοῦ ἢ χαράδρας· ἀποστέγει γὰρ καὶ ταῦτα καὶ ἅμα δι᾽ αὐτῶν παρέχεταί τινα δύναμιν. ἐὰν δ᾽ ἐν ἐφύδρῳ καὶ ναματώδει τάφρους ὀρύσσοντα τὰς μὲν πλαγίους ἵνα τὸ ὕδωρ δέχωνται τὰς δὲ ὀρθίας καὶ λίθων πληροῦντα καὶ γῆς ὥστε μὴ ἅπτεσθαι τῆς σκαπάνης εἶτα ἄμμον ἐμβάλλοντα καὶ χοῦν·

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
