# Περὶ φυτῶν αἰτιῶν 3.6.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.6.4

ἅπαντα γὰρ ταῦτα ὠφελεῖ πρὸς τὴν ὑπερβολήν. αἵ τε γὰρ πλάγιοι τάφροι δεχόμενοι τὸ ὕδωρ ξηροτέραν ποιοῦσι αἱ τ᾽ ὄρθιαι κάτω λίθους ἔχουσαι δέχονται τὴν συρροὴν, ἔτι δ᾽ ἡ ἄμμος καὶ ὁ χοῦς ἀναξηραίνουσι· διὰ τοῦτ᾽ οὐδ᾽ ἐάν που ἐνῶσι λίθοι ταῖς τοιαύταις οὐκ ἐκλεκτέοι, ὑπάρχει γὰρ φύσει τὸ βοηθοῦν· ὅλως ἐν ὁποιᾳοῦν ἐὰν ὀρύττων τις λίθους εὕρῃ ἢ τρόχμαλον ἢ ἄμμον ἢ γῆν μοχθηρὰν οὐκ ἄκος τὸ μὴ συμμιγνύναι μηδὲ σκεδαννύναι ταύτην ἀλλὰ τοσούτῳ βαθύτερον τὸν γύρον ἢ τὴν τάφρον ὀρύξαντα τόν τε τρόχμαλον ὑποστρωννύναι καὶ τὴν ἄμμον.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
