Ancient Greek · ~3 min
Book 3, Chapter 6
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.6.5
Not analysed yet
ὁ μὲν γὰρ λίθος ὁ μὲν πλατὺς καὶ συμφυὴς βλάπτει τὰ δένδρα ὁ δὲ τρόχμαλος ὑποκάτω τεθεὶς ψύχος τε παρέχεται τό θ᾽ ὕδωρ δέχεται καὶ ταῖς ῥίζαις εὐδίοδον ποιεῖ τὸν τόπον. ἁπλῶς δὲ τούς γε λίθους ἐκλέγειν οὐδ᾽ ἐκ γῆς ψιλῆς οἴονταί τινες συμφέρειν· καὶ γὰρ ἀλέαν παρέχειν τοῦ χειμῶνος καὶ ψύχος τοῦ θέρους. ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας διαφορὰς τῆς χώρας τὰ πρόσφορα ληπτέον. ὡς γὰρ ὅλως εἰπεῖν οὐδενὸς ἔλαττον ἀλλὰ πάντων πρῶτον καὶ μέγιστον τὸ δύνασθαι θεωρῆσαι ποῖον ἐν ποίᾳ χώρᾳ φυτευτέον οὐ μόνον ἁπλῶς ἀλλὰ καὶ αὐτῆς τῆς συνεχοῦς ὅταν ἀνωμαλὴς ᾖ κατὰ τοὺς τόπους ἑκάστους.