Ancient Greek · ~2 min
Book 3, Chapter 6
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.6.7
Not analysed yet
ὅλως δὲ τὰ ἀκρόδρυα καλὰ δοκεῖ περὶ τὰς ὑπωρείας γίνεσθαι· σημεῖα δὲ ποιοῦνται τὴν αὐτομάτην γένεσιν· ὅπου γὰρ ἡ φύσις αὐτὴ γεννᾷ τοῦτον οἰκειότατον εἶναι τόπον. αἱ δὲ καθ᾽ ἕκαστα διαφοραὶ δῆλον ὅτι κυριώταται· καὶ γὰρ ὑπώρειαι πολλαὶ καὶ παντοῖαι. καὶ τὸ ὅλον ὥσπερ μία τις αὕτη διαφορὰ καθ᾽ ὕψος καὶ ταπεινότητα πολλῶν οὐσῶν ἑτέρων καὶ μειζόνων ὥσπερ ἐν ταῖς ἱστορίαις εἴπομεν, ὧν οὐδεμίαν ἀθεώρητον εἶναι χρή.