Ancient Greek · ~1 min
Book 3, Chapter 7
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.7.11
Not analysed yet
οὐκ ἴση δὲ πάντων ἡ ἀφαίρεσις ἀλλὰ πλείων τῶν μᾶλλον δεομέ- νων. δεῖται δὲ τὰ εὐβλαστοῦντα πολλῆς γινομένης οἷον ἐλάα δοκεῖ καὶ ῥόα καὶ μύρρινος· ὅσῳ γὰρ ἄν τις ἐλάττω τούτοις καταλίπῃ βέλτιον βλαστάνει καὶ τοὺς καρποὺς φέρει βέλτιον· τοῦτο δ᾽ ὅτι πυκνόβλαστα καὶ λεπτόβλαστά ἐστι καὶ ταχὺ παραυαινόμενα δι᾽ ὃ καὶ φρυγανικώτατα πάντων τῇ προσόψει.