# Περὶ φυτῶν αἰτιῶν 3.7.5

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.7.5

σχεδὸν δ᾽ ἡ τοιαύτη θεραπεία καὶ κατάστασις ὁμοία τῇ διακαθάρσει τυγχάνει τελείων ὄντων τῶν δένδρων· ὑπὲρ ἧς καὶ δεικτέον πρῶτον τῶν κατὰ τὰς θεραπείας εἶθ᾽ οὕτω περὶ τῶν ἄλλων. ὥσπερ γὰρ ἐφεξῆς ταῦτα τῶν περὶ τὴν φυτουργίαν ἐστί. κοινοτάτη μὲν οὖν καὶ μάλιστα ἔνδηλος ἐπὶ τῶν ἀμπέλων τυγχάνει· πάντες γὰρ χρῶνται καὶ πάντες ἀμπελουργοῦσιν ὑπ᾽ αὐτῆς ἀναγκαζόμενοι τῆς φύσεως διὰ τὴν εὐβλάστειαν καὶ πολυβλαστίαν· ὑπὲρ ἧς ἐπειδὴ καὶ ἐν τῇ κλάσει καὶ ἐν τοῖς ἄλλοις διηκρίβωται μάλισθ᾽ ἡ θεραπεία πειρατέον αὐτὰ καθ᾽ αὑτὰ θεωρεῖν ὕστερον· νῦν δ᾽ ὑπὲρ τῶν ἄλλων λέγωμεν.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
