Ancient Greek
Book 3, Chapter 7
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.7.7
Not analysed yet
τοῦτο δὲ ξυμβαίνει δι᾽ ὅτι τοῖς μέρεσιν ἄριστα πέφυκε καὶ ἔτι προσεπιβλαστάνει κατ᾽ ἐνιαυτόν· ἐπεὶ καὶ εἴ τις ἀεὶ βούλεται κολούειν τὰ ἄνω πρὸς τὰς ῥίζας ἡ τροφὴ πᾶσα φέρεται κἀκεῖναι λαμβάνουσιν αὔξησιν ὥστε συνταρροῦσθαι τὰ χωρία, καὶ τέλος ἀναυξῆ γίνεται τὰ ἄνω πάσης ἐνταῦθ᾽ ὡρμηκυίας τῆς τροφῆς· οἷον γὰρ ἤδη φύσις γέγονε χρονισθέντων. ἡ μὲν οὖν ἄμπελος ἀεὶ τὴν τομὴν ἐπιζητεῖ κατ᾽ ἐνιαυτὸν διὰ τὸ εὐαυξὲς τὰ δὲ ἄλλα τὰ μὲν παρ᾽ ἔτος τὰ δὲ διὰ τετραετίας, οὐδὲν γὰρ οὕτως εὐαυξές·