# Περὶ φυτῶν αἰτιῶν 3.8.4

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 3, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/3.8.4

ἰσχυρὸν δ᾽ ὥσπερ ἐν τοῖς ἄλλοις καὶ ἐν τούτοις τὸ ἔθος, οἷον γὰρ φύσις γίνεται. δι᾽ ὃ καὶ τὰ ἐν τοῖς ξηροῖς καὶ ἀνύδροις οὐδὲν ζητεῖ πλὴν τὸ ἀναγκαῖον καὶ χείρω γίνεται βρεχόμενα καθάπερ τὰ εἰωθότα μὴ βρέχεσθαι. καὶ κίνδυνος δὲ ἐὰν μὴ συνεχῶς ἀποδιδῷ βρέχειν ἀρξάμενος. ἐκείνην τε γὰρ ἀφαιρεῖται τὴν ἰσχὺν καὶ τὴν τροφὴν καὶ ἑτέραν οὐ διδοὺς ἀμφοτέρων ἀφαιρέσει ἁμαρτάνει, ὥστε πολλάκις ὑπὸ τῶν καυμάτων αὐαίνεται. σχεδὸν δὲ οἱ καρποὶ χείρους τῶν γε πλεῖστον βρεχομένων, ἐὰν δὲ σύμμετρον λάβῃ πλείους καὶ πολλῷ καλλίους.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
