Ancient Greek · ~2 min
Book 3, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.9.2
Not analysed yet
ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ μὴ ἐπιγίνηται πλῆθος ὕδατος· δι᾽ ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λεπταῖς ὁ σύμμετρος. διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δριμυτάτη τοῖς δένδροις ἁρμόττει. καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτάτην· ἀλλ᾽ ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ᾽ ἁρμόττει μεθ᾽ ὑδρείας ἡ χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ᾽ ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέλουσι οὐ καρπογονεῖν αὐτά.