Ancient Greek · ~3 min
Book 3, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 3.9.5
Not analysed yet
δεῖ δὲ καὶ τὴν πρόσφορον ἑκάστοις τῶν δένδρων μὴ ἀγνοεῖν· οὐ γὰρ ὥσπερ ὕδωρ τὸ αὐτὸ πᾶσιν οὕτω καὶ κόπρος ἀλλ᾽ ὥσπερ τὰ ἐδάφη πρὸς ἕκαστον οἰκεῖα οὕτω καὶ ἡ κόπρος. ἐπεὶ καὶ κατὰ τὰς ἡλικίας τῶν δένδρων ἐστί τις διαφορά· δι᾽ ὃ καὶ φυτεύοντες ὑποβάλλουσιν εὐθὺς ὥσπερ ἐλέχθη τὴν τῶν λοφούρων ὅτι κουφοτάτη, τὸ δ᾽ ἀσθενὲς κουφοτάτης δεῖται. τὸ δ᾽ ὅλον ἐν ταῖς θεραπείαις τῶν δένδρων ὅσα μὲν κοινὰ πᾶσίν ἐστι ταῦτα τῷ ποσῷ καὶ τῷ ποιῷ διοίσει καὶ τοῖς καιροῖς οἷον τομὴ διακάθαρσις σκαπάνη κόπρισις. ταῖς δ᾽ οὖν ἀμπέλοις ἢ διὰ τεττάρων ἢ πλειόνων ἐτῶν παραβάλλουσι κόπρον· οὐ γὰρ δύνανται φέρειν δι᾽ ἐλαττόνων οὐδ᾽ ἔστι βοήθεια καθάπερ τοῖς δένδροις ἡ ὕδρευσις ἀλλ᾽ ἐκκαίονται. δι᾽ ὃ καθάπερ ἐλέχθη ταῖς ἐπομβρίαις χώραις συμφέρει μᾶλλον· ἄλλως γὰρ κίνδυνος μὴ ἐπιγινομένων τῶν ἐκ διός.