# Περὶ φυτῶν αἰτιῶν 4.1.6

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.1.6

ὃ γοῦν καὶ τῆς ἀκαρπίας αἴτιον καὶ τῆς κακοκαρπίας εὐλόγως, φανερὸν δὲ μάλιστα ἐκ τῶν ἀμυγδαλῶν εἴπερ ἀφαιρουμένης τῆς ὑγρότητος καὶ τῆς εὐτροφίας μεταβάλλουσι. τὰ δ᾽ ἐπέτεια βραχύν τινα χρόνον ἐν τῇ γῇ γίνεται καὶ ὀλίγην ἕλκει τροφὴν δι᾽ ὃ καὶ οὐκ ἐξίσταται μιᾷ σπορᾷ τῶν γενῶν, ἀλλ᾽ εἰ τῇ τρίτῃ, τότε γὰρ ποιεῖται τὴν μεταβολήν· ὥστ᾽ ὅπερ ἐκείνοις διὰ τὸ πλῆθος τῆς τροφῆς εὐθὺς τοῦτο τοῖς σπέρμασι χρονισθεῖσι κατὰ λόγον· πλὴν ὅτι τὰ μὲν εἰς τὸ χεῖρον ἀεὶ μεταβάλλει τὰ δὲ καὶ ἐπὶ τὸ βέλτιον ἐὰν ἡ χώρα τοιάδε καὶ ὁ ἀήρ· ἀλλὰ δὴ τοῦτο μὲν ἕτερον.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
