# Περὶ φυτῶν αἰτιῶν 4.10.3

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.10.3

τοῦτο δ᾽ οὐκ ἴδιον ἀλλὰ καὶ ἑτέρων καὶ πλειόνων κοινόν· πολλὰ γὰρ ἀνθεῖ καὶ γονεύει κατὰ μέρος καὶ ἅμα τὴν βλάστην ἀφίησι εἰς τὸ ἄνω, δι᾽ ὃ καὶ τὰ μὲν τέλεα τὰ δ᾽ ἀτελῆ τὰ δὲ μέλλοντα. καὶ οὐκ ἐμποδίζεται τὰ κάτω διὰ τὴν ἐπιρροὴν καὶ τὴν ἀναφορὰν τὴν εἰς τὸ ἄνω. καθάπερ γὰρ ὑποκείμενόν τι πᾶσιν ὁ καυλὸς ἐξ οὗ τὴν τροφὴν ἔχουσιν ὥσπερ ὀχετοῦ τινος. ἡ μὲν οὖν ἄνθησις εὐλόγως χρόνιός τε καὶ ἀβλαβὴς αὐτοῖς ὑπὸ τῶν ὑδάτων· ἐν δὲ τοῖς ἄλλοις ὅταν ἀπανθήσῃ σχεδὸν ἐπισινέστερα τοῦ σίτου διὰ τὴν ἀσθένειαν καὶ μάλισθ᾽ ὁ κύαμος, ἀσθενέστερον γάρ. καὶ περὶ μὲν τῶν πρὸς ἄλληλα διαφορῶν τοσαῦτα εἰρήσθω.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
