Ancient Greek
Book 4, Chapter 11
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.11.3
Not analysed yet
καὶ καθόλον μὲν οὕτω. τοῖς δὲ σπέρμασι καὶ ἐμφανέστερον ἐκ τῶν συμβαινόντων τὸ αἴτιον. ὁ μὲν γὰρ χειμοσπορούμενος πυρὸς πολύρριζος ὢν καὶ ἐνταῦθα πρῶτον ἀποδοὺς τὴν δύναμιν ἀποδίδωσι πλῆθος καλάμου, καὶ γὰρ πολυκάλαμος. ὁ δὲ τρίμηνος καὶ δίμηνος ὀλιγόρριζος καὶ ὀλιγοκάλαμος δι᾽ ὅτι τήν τε ἀναφορὰν εὐθὺς ἄνω ποιεῖται καὶ τὴν τελείωσιν ταχεῖαν, ῥᾷον γὰρ τὸ ἔλαττον ἀποτελεῖσθαι· δι᾽ ὃ καὶ ὁ μὲν πολύχους ὁ δ᾽ ὀλιγόχους καὶ κοῦφος. ὁ δὲ βαρὺς ὥσπερ ἐλέχθη πλείω τὴν τροφὴν ἕλκων καὶ θολερωτέραν ἡ δ᾽ ἀναδρομὴ ταχεῖα κατὰ λόγον ἅτε καὶ μὴ χρονίζοντος ἐν ταῖς ῥίζαις δι᾽ ὀλιγότητα.