Ancient Greek · ~3 min
Book 4, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.12.13
Not analysed yet
τὸ δὲ μόνα τῶν ὀσπρίων ἢ καὶ τοῦ παντὸς σίτου κύαμον καὶ φακὸν ἀτεράμονα γίνεσθαι ψεῦδος ὑποληπτέον ἀλλὰ μάλιστα διαπειρώμενοι τούτων διὰ τὴν χρείαν ταῦτα μόνα φαμὲν ὅτι τοῖς μὲν ἀλήθοντες χρώμεθα τοῖς δ᾽ ὅλοις· αὕτη δ᾽ οὐ μικρὰ διαφορά· καὶ γὰρ ἐπ᾽ ἐκείνων εἰ λεπτύνοντες οὐκ ἂν ὁμοίως ἔνδηλον ἦν. ἐκφαίνεται γοῦν καὶ ἐπὶ τῶν ἐρεβίνθων καὶ τῶν ἄλλων ἑψομένων ὅλων τὸ ἀτεράμον. εἰ δ᾽ ἀτεράμονα μόνα ταῦτα οὐδὲ τοῦτ᾽ ἄλογον· ἀσθενέστερα γὰρ ὡς εἰπεῖν, τὸ δ᾽ ἀσθενὲς παθητικώτερον. ὃ δὲ λέγουσιν οἱ πολλοὶ ὅτι τὸ κερασβόλον ἀτεράμον γίνεται μή ποτ᾽ ἄγαν εὐηθὲς ᾖ· σκληρότερος γὰρ ὁ λίθος πρὸς ὃν πολλάκις προσπίπτει τὰ σπέρματα. κἂν μὴ προσκόψῃ μηδὲ βουσὶν ἀροτριᾷ τις οὐδὲν ἧττον ἀτεράμον γίνεται. περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω.