Ancient Greek · ~4 min
Book 4, Chapter 12
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.12.3
Not analysed yet
διῃρημένου δ᾽ οὕτω τοῦ τεράμονος καὶ ἀτεράμονος σκεπτέον παρὰ τίνας καὶ ποίας τινὰς αἰτίας ταῦτα συμβαίνει. τὸ μὲν οὖν ἁπλοῦν ἐκεῖνο καὶ νῦν ἀληθὲς ὃ καὶ ἐπὶ τῶν πρότερον εἴρηται δι᾽ ὅτι παρὰ τὴν τροφὴν τὰ τοιαῦτα γίνεται πάντα τῷ ποιάν τε καὶ ποσὴν εἶναι. μεθίστησι γὰρ αὕτη· συμβαίνει γὰρ τὰ μὲν ἐν τοῖς ἀλεεινοῖς καὶ διακόπροις καὶ λεπτογείοις καὶ ἡλιοβόλοις κούφην τε τὴν τροφὴν καὶ εὐκατέργαστον ἔχειν ὥστε καὶ τὰ ξυνιστάμενα μανὰ καὶ μαλακὰ γίνεσθαι. διὰ τοῦτο γὰρ καὶ τὰ λήμνια τεράμονα δι᾽ ὅτι τοιαῦτα τὰ ἐδάφη. τὸ γὰρ ὅλον τὴν γῆν τεράμονά τινες καλοῦσι τὴν τοιαύτην, ἐν δὲ τῇ τεράμονί φασι γίνεσθαι τεράμονα. τεράμονα δὲ καὶ τὰ ἐν Αἰγύπτῳ διά τε τὸ ἔδαφος καὶ διὰ τὸν ἀέρα· τὸ γὰρ θερμὸν οἰκεῖον τῇ τεραμότητι καὶ ὅλως τῇ πέψει· δι᾽ ὃ καὶ τὰ κοπριζόμενα προτερεῖν φασι τῶν ἀκοπρίστων σχεδὸν εἴκοσιν ἡμέραις.