# Περὶ φυτῶν αἰτιῶν 4.12.6

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.12.6

ὥσπερ γὰρ ἐν τοῖς μετάλλοις ῥάβδους οὕτως κἀν τοῖς ἐργασίμοις ὑπολαβεῖν χρὴ διατετάσθαι τὴν μὲν τοιάνδε τὴν δὲ τοιάνδε παρ᾽ ἀλλήλας ὥστε τῶν αὐτῶν ἐκ τοῦ ἀέρος γινομένων ταῖς ἰδίαις δυνάμεσι ποιεῖν τὰς διαφορὰς, ὁτὲ δὲ καὶ τοῦ αὐτοῦ χωρίου μικρόν τι μέρος εἶναι τοιοῦτον· ὡσαύτως δὲ καὶ εἴ τις ἀέρος ἢ πνεύματος προσπέσοι τοιαύτη ψυχρότης ὥστε ποιῆσαι πῆξιν ἢ καθ᾽ ὅλον ἢ κατὰ μόριον. ὃ καὶ κατὰ τὴν φθορὰν συμβαίνει τῷ τὰ μὲν παραλλάττειν τὰ δ᾽ ἐπιβαίνειν. καὶ εἴ τις ἐν αὐτοῖς τοῖς σπέρμασιν ἀνόμοια διάθεσις ὑπάρχει· τὰ γὰρ ἀσθενέστερα δῆλον ὡς εὐπαθέστερα, τὸ δ᾽ ἀσθενὲς κἂν φύσει γίνοιτο τῷ λαμβάνειν τινὰ μεταβολὴν ἐν ἑαυτῷ.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
