Ancient Greek
Book 4, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.13.2
Not analysed yet
περὶ δὲ τοῦ ἰσχυρότερα καὶ εὐχυλότερα γίνεσθαι καὶ νοστιμώτερα ἢ ἀνοστότερα καὶ πρὸς τὴν σίτησιν βελτίω ἢ χείρω τὰ μὲν τοῖς τόποις διαφέρει καθάπερ εἴρηται τῷ ξηρότερα ποιεῖν καὶ πυκνότερα καὶ ξυνεστηκότα μᾶλλον οἷον τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ ἔτι μᾶλλον τῶν ἐπόμβρων· εὐπνούστερά τε γὰρ καὶ ἐν τροφῇ συμμετρότερα. νοστιμώτερα δ᾽ ἐκ τῆς αὐτῆς παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν· οὐ γὰρ πάντως ὅταν πλεῖστος καὶ ἁδρότατος γένηται καὶ νοστιμώτατος ἀλλ᾽ ἑτέραν δεῖ διάθεσιν ἔχειν.