Ancient Greek
Book 4, Chapter 13
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.13.5
Not analysed yet
ἔτι δὲ ἰσχυρότερος ὢν καὶ κατακρατεῖ καὶ συμπέττει μᾶλλον καὶ τὸ ὅλον οὐδὲ πολλὴν δέχεται διὰ τὴν πυκνότητα καὶ τοὺς χιτῶνας, ἡ δὲ πλείω τε ἕλκει μανὴ τὴν φύσιν οὖσα καὶ ταύτην οὐ καταπέττει δι᾽ ἀσθένειαν καὶ ὑγρᾶς γενομένης ὁ ἥλιος ἅμα τῇ ἐπιγενομένῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα συνεφελκομένην. καὶ τὰ πνεύματα δὲ κόπτοντα φθείρει μᾶλλον διὰ τὴν ἀσθένειαν.