# Περὶ φυτῶν αἰτιῶν 4.15.1

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, Book 4, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theophrastus/text-2/4.15.1

Περὶ δὲ τῶν θερινῶν σπερμάτων οἷον σησάμου ἐρυσίμου κέγχρου ἐλύμων ἐπὶ τοσοῦτον μὲν εἰπεῖν ἐστι παντὶ πρόχειρον ὅτι δι᾽ ἀσθένειαν ταύτην τὴν ὥραν σπείρεται καὶ διὰ τὸ ταχὺ τελεοῦν· ἡ δὲ φύσις αὐτῶν ποία τις ἂν εἴη σκεπτέον· οὐδὲ γὰρ γεώδης ὥσπερ τῶν ὀσπρίων οὔτε πάντη κούφη· τὸ γὰρ σήσαμον λιπαρὸν καὶ δεόμενον πέψεως. καὶ τοῦτο μὲν μονόρριζον ὁ δὲ κέγχρος καὶ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον ὥστ᾽ εἰς ἀμφότερα μεριζομένης τῆς τροφῆς καὶ τῆς δυνάμεως χρονιώτερον ἐχρῆν εἶναι. τὸ γὰρ σήσαμον ἐπεὶ μονόρριζον καὶ βαθύρριζον ἄνω πᾶσαν ἀφίησι τὴν δύναμιν· ἀλλ᾽ ἀντίκειται τούτῳ τὸ λιπαρόν· τὰ γὰρ αὖ γλίσχρα πλείονος πέψεως δεῖται. ταῦτα δ᾽ ὥσπερ εἴρηται πάντα πολύκαρπα. περὶ μὲν οὖν τούτων σκεπτέον.

---

Theophrastus, Περὶ φυτῶν αἰτιῶν, ed. Friedrich Wimmer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0093.tlg002.local001/.
