Ancient Greek · ~2 min
Book 4, Chapter 16
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.16.3
Not analysed yet
ὃ δὲ παρά τινων ζητεῖται διὰ τί ποτε ὁ κεκομμένος σῖτος καὶ παλαιὸς ὕδατος μὲν ἐπιχεομένου θερμοῦ διαβλαστάνει —ταύτην γὰρ δὴ διάπειραν λαμβάνουσιν εἰ φύσιμος ὅταν ἐμβάλλοντες εἰς σκαφίον ἐπιχέωσι, —σηπόμενος δ᾽ οὐ διαβλαστάνει, —καίτοι ἡ σῆψις ὑπὸ θερμοῦ καὶ ἐν ὑγρῷ ἐστι —κομιδῆ δόξειεν ἂν παρ᾽ ὁμωνυμίαν εἶναι. διαφέρει γὰρ ἥ τε φθαρτικὴ καὶ ἡ γόνιμος θερμότης καὶ ἡ ὑγρότης δὲ ὡσαύτως. ἔστι δ᾽ ἡ μὲν σήπουσα ἀλλοτρία καὶ φθαρτικὴ ἡ δὲ τοῦ ὕδατος τοῦ θερμοῦ συμμετρίαν τινὰ ἔχουσα· δεῖται γὰρ τοιαύτης πρὸς τὴν βλάστησιν.