Ancient Greek
Book 4, Chapter 2
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.2.1
Not analysed yet
Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραίνεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωριζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ᾽ ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· τῶν δ᾽ ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν.