Ancient Greek · ~3 min
Book 4, Chapter 3
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.3.4
Not analysed yet
ἡ δὲ διαμονὴ θησαυριζομένων πρός τε τοὺς σπόρους καὶ πρὸς τὰς ἄλλας χρείας παραπλησία καὶ τοῖς σιτηροῖς, γόνιμα μὲν εἰς τετραετίαν μάλιστα χρήσιμα δὲ πρὸς τἆλλα πλείω χρόνον ὥσπερ ὁ σῖτος εἰς τροφήν. καὶ τοῦτο δὲ καὶ κατὰ λόγον ὥσπερ καὶ τοῖς ζώοις πρῶτον ἀπολιπεῖν τὴν τῆς γονῆς δύναμιν. καὶ γὰρ ἐν τούτοις ἡ ἀρχὴ τοῦ γεννᾷν ὅπερ ἄν τις ὡς σπέρμα θείη τὸ δὲ λοιπὸν ὡς τροφὴν καὶ ὕλην προσηρτημένην· ἀλλὰ τὸ ὅλον καλεῖται σπέρμα δι᾽ ὃ καὶ ζῆν αὐτά φασι καὶ μὴ ζῆν ὅταν διαμένῃ ταύτῃ ἢ φθαρῇ καθάπερ καὶ τὰ ὠά· συμβαίνει δὲ τοῦτο καὶ τοῖς βαλανώδεσι καὶ τοῖς ἄλλοις. εἰς βλάστησιν δὲ τὰ ἔνα τῶν νέων οὐκ ἄλογον εἶναι βελτίω, ξυνεστηκότα τε καὶ οἷον αὐτὰ αὑτῶν ὄντα μᾶλλον. πρόσεστι γάρ τις καὶ τούτων πέψις ἀποπνεύσαντος τοῦ ἀλλοτρίου· χρονιζομένου δὲ πάλιν γῆρας καὶ φθίσις.