Ancient Greek
Book 4, Chapter 4
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.4.10
Not analysed yet
δεῖ γὰρ δὴ τὴν γῆν ὥσπερ τὸ θῆλυ νοῆσαι καὶ τὸ ἀνάλογον οὕτω λαμβάνειν. ὅταν οὖν ἐκ ταύτης ἡ τροφὴ πλείων γίνηται διὰ τὰς ἐπομβρίας τότε τὴν ἔκστασιν συμβαίνειν οὐ φθείρουσαν μὲν ὅλως τὴν γεννητικὴν δύναμιν ἐξαλλοιοῦσαν δ᾽ εἰς ἑτέραν. εὐζώου δὲ τῆς φύσεως οὔσης, εὐζωότερα γὰρ πολὺ τῆς τῶν ζώων, εὔλογον καὶ διαμένειν μᾶλλον ταύτην. ἐπεὶ καὶ ἄνευ σπερματικῆς ἀρχῆς αὐτόματα πολλὰ συνίσταται καὶ τῶν ἐλαττόνων καὶ τῶν μειζόνων φυτῶν.