Ancient Greek · ~3 min
Book 4, Chapter 4
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.4.13
Not analysed yet
ἡ δ᾽ αἰτία τῆς μεταβολῆς ὁμοίως καὶ ταύτης πλήθει τροφῆς ὅταν ἐπομβρίαι γίνωνται καὶ ὥς γε δή τινές φασι μάλιστα τοῦ ἦρος ἐὰν ἥλιοι συνεπιλάμψωσιν ὡς ἐξ ἀμφοῖν γινομένης τῆς μεταστάσεως. ἐνιαχοῦ γὰρ ἔν τισι τόποις ἑλώδεσιν ὅλως τοῦτο συμβαίνει καὶ τό τε φύλλον μεταβάλλει ὥστε πᾶσιν εἶναι φανερόν. ἐὰν δὲ ὕδατα ἐαρινὰ μὴ γίνηται πολὺ γίνεσθαι πυρῶν πλῆθος. ὥστε τοῦτο μὲν οὐδ᾽ ἑτέρως ἄλογον. εἰ δὲ καὶ ἀμφοτέρως συμβαίνει τάχ᾽ ἂν οὐδ᾽ ἄτοπον εἴη διαφοράν τινα συναιτίαν εἶναι καὶ τῶν ἐδαφῶν καὶ τοῦ ἀέρος· ἐπεὶ καὶ σπαρέντων εὐθὺ μεγάλη βλάβη πολυϋδρίαν ἐπιγίνεσθαι. συμβαίνει γὰρ ἀσθενεστέρας εἶναι τὰς ῥίζας, τὸ δ᾽ ἀσθενὲς εὐπαθέστερον. ἡ μὲν οὖν ἐξαλλαγὴ διὰ τοῦτ᾽ ἂν εἴη.