Ancient Greek
Book 4, Chapter 4
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.4.6
Not analysed yet
ἄτοπον δὲ πρὸς τῷ μόνα καὶ ὅτι ἰσχυρότερα δοκοῦντα τῶν χεδροπῶν εἶναι· τὸ γὰρ ἀσθενὲς εὐφθαρτότερον, φθορὰ δέ τις ἡ ἔκστασις· καὶ μᾶλλον πυρὸς εἰ κριθῆς ἰσχυρότερον. ἔτι δὲ τὰ μὲν ἰσχυρότερα εἰς τὸ ἀσθενέστερον μεταβάλλειν· ἡ δὲ αἶρα καὶ πυροῦ καὶ κριθῆς ἰσχυρότερον ὥσθ᾽ ἅμα συμβαίνει καὶ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἰσχυρότερον.