Ancient Greek
Book 4, Chapter 5
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 4.5.4
Not analysed yet
ἄτοπον δὲ καὶ λόγου δεόμενον εἰ καὶ τὸ λίνον ἐξαιροῦται· μεγάλη γὰρ ἡ διάστασις· εἰ μὴ ἄρα καὶ τοῦτο τῆς τροφῆς ὄγκῳ· φιλεῖ γοῦν χώραν ἀγαθὴν ὥστ᾽ ἐκ τῆς ὑπερβολῆς ἡ ἔκστασις. ὁ δὲ θέρμος ἰσχυρὸς ὢν καὶ πρώϊος σπειρόμενος οὐδὲ εἰς ἓν μεταβάλλει διὰ τὴν ἄγαν ἰσχύν· ἐπικρατεῖ γάρ· δεῖ δὲ τὸ μέλλον μεταβάλλειν μὴ ἀπαθὲς εἶναι μήτ᾽ ἄγαν εὐπαθές· τὸ μὲν γὰρ οὐ μετακινεῖται τὸ δ᾽ ὅλως ἀσθενὲς ὂν φθείρεται καθάπερ ἐλέχθη.